Add parallel Print Page Options

Καὶ [a]ἐμβὰς [b]εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· [c]ἀφίενταί [d]σου αἱ ἁμαρτίαι. καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ [e]εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· [f]Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· [g]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [h]Ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· [i]Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι [j]ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 ἐμβὰς WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:1 εἰς WH Treg NIV ] + τὸ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 ἀφίενταί WH Treg NIV ] ἀφέωνταί RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:2 σου αἱ ἁμαρτίαι WH Treg NIV ] σοι αἱ ἁμαρτίαι σου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 εἰδὼς WH Treg NIV ] ἰδὼν RP NA
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:4 Ἱνατί WH Treg NIV ] + ὑμεῖς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:5 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:6 Ἐγερθεὶς NIV RP ] Ἔγειρε WH Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:8 ἐφοβήθησαν WH Treg NIV ] ἐθαύμασαν RP